Bienvenue sur Judéopédia.org le projet de Bibliothèque Hébraïque Numérique libre et gratuite.

Chargement en cours, veuillez patienter...

Aujourd'hui
Jeudi 5 Kislev 5778 - 23 novembre 2017
Shabbat Vayetze (25 novembre): 16h44 - 17h52 (Paris)

Derniers articles

Dernières annonces
Calendrier hébraïque
13/12/2017Hanoucca (1er jour)
14/12/2017Hanoucca (2ème jour)
15/12/2017Hanoucca (3ème jour)
16/12/2017Hanoucca (4ème jour)
17/12/2017Hanoucca (5ème jour)
18/12/2017Rosh Hodesh Tevet
18/12/2017Hanoucca (6ème jour)
19/12/2017Rosh Hodesh Tevet
19/12/2017Hanoucca (7ème jour)
20/12/2017Hanoucca (8ème jour)
28/12/2017Jeûne du 10 Tevet
17/01/2018Rosh Hodesh Shevat
31/01/2018Tou biShevat
15/02/2018Rosh Hodesh Adar
16/02/2018Rosh Hodesh Adar

Contenu de la Judéothèque
39 livres, 5 langues (soit 400 versions différentes)
931 chapitres et 24359 versets

  

Qui sommes nous ?

Judéopédia est une association de loi 1901 à but non lucratif qui a pour objet de mettre à la disposition du public francophone, par la création d'un site Internet nommé Judeopedia.org, les versions hébraïques originales et la traduction en français, des textes fondateurs de la tradition juive (Bible, Talmud, Midrash...).

L'association a commencé, d'une part, à constituer la Bibliothèque Hébraique Numérique, dénommée Judéothèque, et d'autre part, à faire développer un logiciel Web innovant, dénommé WebCodex, qui permettra d'exploiter cette Judéothèque.

Vous pouvez déjà consulter en ligne sur notre site tous livres de la Bible (disponibles en hébreu, en français dans trois traductions différentes, en anglais, latin et grec, ainsi qu'une version hébreue de la Torah avec les Taamim pour ceux qui préparent leur Bar-Mitzva).

Pour atteindre son objectif Judéopédia ne pourra se passer de l'aide et l'implication de la communauté francophone. Il importe que chacun participe et transmette ainsi aux générations futures la Bibliothèque Hébraïque Numérique.

Vous pouvez aider notre action par des dons déductibles du revenu imposable, par du temps consacré à la traduction ou à la relecture des textes mis en ligne et par la publicité que vous pourrez faire au projet Judéopédia.

Les membres fondateurs

Président - Jean-Claude Lévy

Jean-Claude Lévy est auteur de logiciels.

Ancien consultant de Microsoft France, il a créé le logiciel d'étude biblique Codex qui est au cœur du cédérom " La Bible de Jérusalem v3.0".

N'ayant jamais abandonné l'idée de transposer Codex pour le web et de créer une judeothèque accessible sur internet, il est à l'initiative du projet Judéopédia.

Vice-Président - Maurice Mergui

Maurice Mergui a dirigé plusieurs entreprises dont  "Les Temps qui Courent" et publie en 1997 le célèbre cédérom "La Bible de Jérusalem (BJ3).

Economiste de formation et ayant fait une carrière dans l’enseignement, c'est sa rencontre avec Bernard Dubourg qui le conduit à s’intéresser à la littérature midrashique.

Il en a traduit de nombreux volumes et y a consacré deux essais (1 et 2). Après avoir publié une dizaine de titres consacrés au Midrash il fonde l’association "Objectif Transmission" destinée à poursuivre l’effort de traduction.

Secrétaire général - Michel Louis Lévy

Michel Louis Lévy est l’auteur d'ouvrages et d'articles de pédagogie et de vulgarisation en statistique et démographie. Il poursuit l’idée d’expliquer la Bible hébraïque, ses commentaires et ses prolongements, à un large public. Il a publié dès 1988 sa première « Leçon de théologie » dans la revue Commentaire.

Depuis sa retraite en 2005, il a ouvert un blog sur lequel il a publié un roman, La Révélation, qui imagine Moïse en précepteur égyptien inventeur de l’ordre alphabétique. Sur Wikipédia, il est un actif contributeur sur les thèmes bibliques.

Grand utilisateur du cédérom BJ3, il se réjouit qu’un instrument disponible sur Internet permette de comparer au texte hébreu plusieurs traductions de la Bible en français.

καὶ ἐπορεύθη αβιμελεχ υἱὸς ιεροβααλ εἰς συχεμ πρὸς ἀδελφοὺς μητρὸς αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτοὺς καὶ πρὸς πᾶσαν συγγένειαν οἴκου πατρὸς μητρὸς αὐτοῦ λέγων λαλήσατε δὴ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν συχεμ τί τὸ ἀγαθὸν ὑμῖν κυριεῦσαι ὑμῶν ἑβδομήκοντα ἄνδρας πάντας υἱοὺς ιεροβααλ ἢ κυριεύειν ὑμῶν ἄνδρα ἕνα καὶ μνήσθητε ὅτι ὀστοῦν ὑμῶν καὶ σὰρξ ὑμῶν εἰμι καὶ ἐλάλησαν περὶ αὐτοῦ οἱ ἀδελφοὶ τῆς μητρὸς αὐτοῦ ἐν τοῖς ὠσὶν πάντων τῶν ἀνδρῶν συχεμ πάντας τοὺς λόγους τούτους καὶ ἔκλινεν ἡ καρδία αὐτῶν ὀπίσω αβιμελεχ ὅτι εἶπαν ἀδελφὸς ἡμῶν ἐστιν καὶ ἔδωκαν αὐτῷ ἑβδομήκοντα ἀργυρίου ἐξ οἴκου βααλβεριθ καὶ ἐμισθώσατο ἑαυτῷ αβιμελεχ ἄνδρας κενοὺς καὶ δειλούς καὶ ἐπορεύθησαν ὀπίσω αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ εἰς εφραθα καὶ ἀπέκτεινεν τοὺς ἀδελφοὺς αὐτοῦ υἱοὺς ιεροβααλ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ κατελείφθη ιωαθαν υἱὸς ιεροβααλ ὁ νεώτερος ὅτι ἐκρύβη καὶ συνήχθησαν πάντες ἄνδρες σικιμων καὶ πᾶς οἶκος βηθμααλων καὶ ἐπορεύθησαν καὶ ἐβασίλευσαν τὸν αβιμελεχ πρὸς τῇ βαλάνῳ τῇ εὑρετῇ τῆς στάσεως τῆς ἐν σικιμοις καὶ ἀνηγγέλη τῷ ιωαθαν καὶ ἐπορεύθη καὶ ἔστη ἐπὶ κορυφὴν ὄρους γαριζιν καὶ ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἔκλαυσεν καὶ εἶπεν αὐτοῖς ἀκούσατέ μου ἄνδρες σικιμων καὶ ἀκούσεται ὑμῶν ὁ θεός πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι ἐφ' ἑαυτὰ βασιλέα καὶ εἶπον τῇ ἐλαίᾳ βασίλευσον ἐφ' ἡμῶν καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία μὴ ἀπολείψασα τὴν πιότητά μου ἐν ᾗ δοξάσουσι τὸν θεὸν ἄνδρες πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων καὶ εἶπον τὰ ξύλα τῇ συκῇ δεῦρο βασίλευσον ἐφ' ἡμῶν καὶ εἶπεν αὐτοῖς ἡ συκῆ μὴ ἀπολείψασα ἐγὼ τὴν γλυκύτητά μου καὶ τὰ γενήματά μου τὰ ἀγαθὰ πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ἄμπελον δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος μὴ ἀπολείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα θεὸν καὶ ἀνθρώπους πορεύσομαι κινεῖσθαι ἐπὶ τῶν ξύλων καὶ εἶπαν πάντα τὰ ξύλα τῇ ῥάμνῳ δεῦρο σὺ βασίλευσον ἐφ' ἡμῶν καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς τοῦ βασιλεύειν ἐφ' ὑμᾶς δεῦτε ὑπόστητε ἐν τῇ σκιᾷ μου καὶ εἰ μή ἐξέλθῃ πῦρ ἀπ' ἐμοῦ καὶ καταφάγῃ τὰς κέδρους τοῦ λιβάνου καὶ νῦν εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε καὶ ἐβασιλεύσατε τὸν αβιμελεχ καὶ εἰ ἀγαθωσύνην ἐποιήσατε μετὰ ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ καὶ εἰ ὡς ἀνταπόδοσις χειρὸς αὐτοῦ ἐποιήσατε αὐτῷ ὡς παρετάξατο ὁ πατήρ μου ὑπὲρ ὑμῶν καὶ ἐξέρριψεν τὴν ψυχὴν αὐτοῦ ἐξ ἐναντίας καὶ ἐρρύσατο ὑμᾶς ἐκ χειρὸς μαδιαμ καὶ ὑμεῖς ἐπανέστητε ἐπὶ τὸν οἶκον τοῦ πατρός μου σήμερον καὶ ἀπεκτείνατε τοὺς υἱοὺς αὐτοῦ ἑβδομήκοντα ἄνδρας ἐπὶ λίθον ἕνα καὶ ἐβασιλεύσατε τὸν αβιμελεχ υἱὸν παιδίσκης αὐτοῦ ἐπὶ τοὺς ἄνδρας σικιμων ὅτι ἀδελφὸς ὑμῶν ἐστιν καὶ εἰ ἐν ἀληθείᾳ καὶ τελειότητι ἐποιήσατε μετὰ ιεροβααλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ εὐφρανθείητε ἐν αβιμελεχ καὶ εὐφρανθείη καί γε αὐτὸς ἐφ' ὑμῖν εἰ δὲ οὐ ἐξέλθοι πῦρ ἀπὸ αβιμελεχ καὶ φάγοι τοὺς ἄνδρας σικιμων καὶ τὸν οἶκον βηθμααλλων καὶ ἐξέλθοι πῦρ ἀπὸ ἀνδρῶν σικιμων καὶ ἐκ τοῦ οἴκου βηθμααλλων καὶ καταφάγοι τὸν αβιμελεχ καὶ ἔφυγεν ιωαθαν καὶ ἀπέδρα καὶ ἐπορεύθη ἕως βαιηρ καὶ ὤ|κησεν ἐκεῖ ἀπὸ προσώπου αβιμελεχ ἀδελφοῦ αὐτοῦ καὶ ἦρξεν αβιμελεχ ἐπὶ ισραηλ τρία ἔτη καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον αβιμελεχ καὶ ἀνὰ μέσον τῶν ἀνδρῶν σικιμων καὶ ἠθέτησαν ἄνδρες σικιμων ἐν τῷ οἴκῳ αβιμελεχ τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν τῶν ἑβδομήκοντα υἱῶν ιεροβααλ καὶ τὰ αἵματα αὐτῶν τοῦ θεῖναι ἐπὶ αβιμελεχ τὸν ἀδελφὸν αὐτῶν ὃς ἀπέκτεινεν αὐτούς καὶ ἐπὶ ἄνδρας σικιμων ὅτι ἐνίσχυσαν τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἔθηκαν αὐτῷ οἱ ἄνδρες σικιμων ἐνεδρεύοντας ἐπὶ τὰς κεφαλὰς τῶν ὀρέων καὶ διήρπαζον πάντα ὃς παρεπορεύετο ἐπ' αὐτοὺς ἐν τῇ ὁδῷ καὶ ἀπηγγέλη τῷ βασιλεῖ αβιμελεχ καὶ ἦλθεν γααλ υἱὸς ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρῆλθον ἐν σικιμοις καὶ ἦλπισαν ἐν αὐτῷ οἱ ἄνδρες σικιμων καὶ ἐξῆλθον εἰς ἀγρὸν καὶ ἐτρύγησαν τοὺς ἀμπελῶνας αὐτῶν καὶ ἐπάτησαν καὶ ἐποίησαν ελλουλιμ καὶ εἰσήνεγκαν εἰς οἶκον θεοῦ αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον καὶ κατηράσαντο τὸν αβιμελεχ καὶ εἶπεν γααλ υἱὸς ιωβηλ τίς ἐστιν αβιμελεχ καὶ τίς ἐστιν υἱὸς συχεμ ὅτι δουλεύσομεν αὐτῷ οὐχ υἱὸς ιεροβααλ καὶ ζεβουλ ἐπίσκοπος αὐτοῦ δοῦλος αὐτοῦ σὺν τοῖς ἀνδράσιν εμμωρ πατρὸς συχεμ καὶ τί ὅτι δουλεύσομεν αὐτῷ ἡμεῖς καὶ τίς δῴη τὸν λαὸν τοῦτον ἐν χειρί μου καὶ μεταστήσω τὸν αβιμελεχ καὶ ἐρῶ πρὸς αὐτόν πλήθυνον τὴν δύναμίν σου καὶ ἔξελθε καὶ ἤκουσεν ζεβουλ ἄρχων τῆς πόλεως τοὺς λόγους γααλ υἱοῦ ιωβηλ καὶ ὠργίσθη θυμῷ αὐτός καὶ ἀπέστειλεν ἀγγέλους πρὸς αβιμελεχ ἐν κρυφῇ λέγων ἰδοὺ γααλ υἱὸς ιωβηλ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἔρχονται εἰς συχεμ καὶ ἰδοὺ αὐτοὶ περικάθηνται τὴν πόλιν ἐπὶ σέ καὶ νῦν ἀναστὰς νυκτὸς σὺ καὶ ὁ λαὸς ὁ μετὰ σοῦ καὶ ἐνέδρευσον ἐν τῷ ἀγρῷ καὶ ἔσται τὸ πρωὶ ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον ὀρθριεῖς καὶ ἐκτενεῖς ἐπὶ τὴν πόλιν καὶ ἰδοὺ αὐτὸς καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἐκπορεύονται πρὸς σέ καὶ ποιήσεις αὐτῷ ὅσα ἂν εὕρῃ ἡ χείρ σου καὶ ἀνέστη αβιμελεχ καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ νυκτὸς καὶ ἐνήδρευσαν ἐπὶ συχεμ τέτρασιν ἀρχαῖς καὶ ἐξῆλθεν γααλ υἱὸς ιωβηλ καὶ ἔστη πρὸς τῇ θύρᾳ τῆς πύλης τῆς πόλεως καὶ ἀνέστη αβιμελεχ καὶ ὁ λαὸς ὁ μετ' αὐτοῦ ἀπὸ τοῦ ἐνέδρου καὶ εἶδεν γααλ υἱὸς ιωβηλ τὸν λαὸν καὶ εἶπεν πρὸς ζεβουλ ἰδοὺ λαὸς καταβαίνει ἀπὸ κεφαλῶν τῶν ὀρέων καὶ εἶπεν πρὸς αὐτὸν ζεβουλ τὴν σκιὰν τῶν ὀρέων σὺ βλέπεις ὡς ἄνδρας καὶ προσέθετο ἔτι γααλ τοῦ λαλῆσαι καὶ εἶπεν ἰδοὺ λαὸς καταβαίνων κατὰ θάλασσαν ἀπὸ τοῦ ἐχόμενα ὀμφαλοῦ τῆς γῆς καὶ ἀρχὴ ἑτέρα ἔρχεται διὰ ὁδοῦ ηλωνμαωνενιμ καὶ εἶπεν πρὸς αὐτὸν ζεβουλ καὶ ποῦ ἐστιν τὸ στόμα σου ὡς ἐλάλησας τίς ἐστιν αβιμελεχ ὅτι δουλεύσομεν αὐτῷ μὴ οὐχὶ οὗτος ὁ λαός ὃν ἐξουδένωσας ἔξελθε δὴ νῦν καὶ παράταξαι αὐτῷ καὶ ἐξῆλθεν γααλ ἐνώπιον ἀνδρῶν συχεμ καὶ παρετάξατο πρὸς αβιμελεχ καὶ ἐδίωξεν αὐτὸν αβιμελεχ καὶ ἔφυγεν ἀπὸ προσώπου αὐτοῦ καὶ ἔπεσαν τραυματίαι πολλοὶ ἕως τῆς θύρας τῆς πύλης καὶ εἰσῆλθεν αβιμελεχ ἐν αρημα καὶ ἐξέβαλεν ζεβουλ τὸν γααλ καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μὴ οἰκεῖν ἐν συχεμ καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξῆλθεν ὁ λαὸς εἰς τὸν ἀγρόν καὶ ἀνήγγειλεν τῷ αβιμελεχ καὶ ἔλαβεν τὸν λαὸν καὶ διεῖλεν αὐτοὺς εἰς τρεῖς ἀρχὰς καὶ ἐνήδρευσεν ἐν ἀγρῷ καὶ εἶδεν καὶ ἰδοὺ ὁ λαὸς ἐξῆλθεν ἐκ τῆς πόλεως καὶ ἀνέστη ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς καὶ αβιμελεχ καὶ οἱ ἀρχηγοὶ οἱ μετ' αὐτοῦ ἐξέτειναν καὶ ἔστησαν παρὰ τὴν θύραν τῆς πύλης τῆς πόλεως καὶ αἱ δύο ἀρχαὶ ἐξέτειναν ἐπὶ πάντας τοὺς ἐν τῷ ἀγρῷ καὶ ἐπάταξαν αὐτούς καὶ αβιμελεχ παρετάσσετο ἐν τῇ πόλει ὅλην τὴν ἡμέραν ἐκείνην καὶ κατελάβετο τὴν πόλιν καὶ τὸν λαὸν τὸν ἐν αὐτῇ ἀπέκτεινεν καὶ καθεῖλεν τὴν πόλιν καὶ ἔσπειρεν εἰς ἅλας καὶ ἤκουσαν πάντες οἱ ἄνδρες πύργων συχεμ καὶ ἦλθον εἰς συνέλευσιν βαιθηλβεριθ καὶ ἀνηγγέλη τῷ αβιμελεχ ὅτι συνήχθησαν πάντες οἱ ἄνδρες πύργων συχεμ καὶ ἀνέβη αβιμελεχ εἰς ὄρος ερμων καὶ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ καὶ ἔλαβεν αβιμελεχ τὰς ἀξίνας ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔκοψεν κλάδον ξύλου καὶ ἦρεν καὶ ἔθηκεν ἐπ' ὤμων αὐτοῦ καὶ εἶπεν τῷ λαῷ τῷ μετ' αὐτοῦ ὃ εἴδετέ με ποιοῦντα ταχέως ποιήσατε ὡς ἐγώ καὶ ἔκοψαν καί γε ἀνὴρ κλάδον πᾶς ἀνὴρ καὶ ἐπορεύθησαν ὀπίσω αβιμελεχ καὶ ἐπέθηκαν ἐπὶ τὴν συνέλευσιν καὶ ἐνεπύρισαν ἐπ' αὐτοὺς τὴν συνέλευσιν ἐν πυρί καὶ ἀπέθανον καί γε πάντες οἱ ἄνδρες πύργου σικιμων ὡς χίλιοι ἄνδρες καὶ γυναῖκες καὶ ἐπορεύθη αβιμελεχ ἐκ βαιθηλβεριθ καὶ παρενέβαλεν ἐν θηβης καὶ κατέλαβεν αὐτήν καὶ πύργος ἰσχυρὸς ἦν ἐν μέσῳ τῆς πόλεως καὶ ἔφυγον ἐκεῖ πάντες οἱ ἄνδρες καὶ αἱ γυναῖκες τῆς πόλεως καὶ ἔκλεισαν ἔξωθεν αὐτῶν καὶ ἀνέβησαν ἐπὶ τὸ δῶμα τοῦ πύργου καὶ ἦλθεν αβιμελεχ ἕως τοῦ πύργου καὶ παρετάξαντο αὐτῷ καὶ ἤγγισεν αβιμελεχ ἕως τῆς θύρας τοῦ πύργου τοῦ ἐμπρῆσαι αὐτὸν ἐν πυρί καὶ ἔρριψεν γυνὴ μία κλάσμα ἐπιμυλίου ἐπὶ κεφαλὴν αβιμελεχ καὶ ἔκλασεν τὸ κρανίον αὐτοῦ καὶ ἐβόησεν ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ καὶ εἶπεν αὐτῷ σπάσον τὴν ῥομφαίαν μου καὶ θανάτωσόν με μήποτε εἴπωσιν γυνὴ ἀπέκτεινεν αὐτόν καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ καὶ ἀπέθανεν καὶ εἶδεν ἀνὴρ ισραηλ ὅτι ἀπέθανεν αβιμελεχ καὶ ἐπορεύθησαν ἀνὴρ εἰς τὸν τόπον αὐτοῦ καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν αβιμελεχ ἣν ἐποίησεν τῷ πατρὶ αὐτοῦ ἀποκτεῖναι τοὺς ἑβδομήκοντα ἀδελφοὺς αὐτοῦ καὶ τὴν πᾶσαν πονηρίαν ἀνδρῶν συχεμ ἐπέστρεψεν ὁ θεὸς εἰς κεφαλὴν αὐτῶν καὶ ἐπῆλθεν ἐπ' αὐτοὺς ἡ κατάρα ιωαθαν υἱοῦ ιεροβααλ

Prophètes, Juges, 1:1 (Anglais - King James Bible)
Prophètes, Juges, 1:1 (Français - John Darby)
Prophètes, Juges, 1:1 (Français - Louis Segond)
Prophètes, Juges, 1:1 (Français - Samuel Cahen)
Prophètes, Juges, 1:1 (Grec - Septante)
Prophètes, Juges, 1:1 (Hébreu - Paleo)
Prophètes, Juges, 1:1 (Hébreu - Phonétisé)
Prophètes, Juges, 1:1 (Hébreu - Standard)
Prophètes, Juges, 1:1 (Hébreu - Vocalisé)
Prophètes, Juges, 1:1 (Latin - Vulgate)
Prophètes, Juges, 2:1 (Grec - Septante)
Prophètes, Juges, 3:1 (Grec - Septante)
Prophètes, Juges, 4:1 (Grec - Septante)
Prophètes, Juges, 5:1 (Grec - Septante)
Prophètes, Juges, 6:1 (Grec - Septante)
Prophètes, Juges, 7:1 (Grec - Septante)
Prophètes, Juges, 8:1 (Grec - Septante)
Prophètes, Juges, 9:1 (Grec - Septante)
Prophètes, Juges, 10:1 (Grec - Septante)
Prophètes, Juges, 11:1 (Grec - Septante)
Prophètes, Juges, 12:1 (Grec - Septante)
Prophètes, Juges, 13:1 (Grec - Septante)
Prophètes, Juges, 14:1 (Grec - Septante)
Prophètes, Juges, 15:1 (Grec - Septante)
Prophètes, Juges, 16:1 (Grec - Septante)
Prophètes, Juges, 17:1 (Grec - Septante)
Prophètes, Juges, 18:1 (Grec - Septante)
Prophètes, Juges, 19:1 (Grec - Septante)
Prophètes, Juges, 20:1 (Grec - Septante)
Prophètes, Juges, 21:1 (Grec - Septante)