Bienvenue sur Judéopédia.org le projet de Bibliothèque Hébraïque Numérique libre et gratuite.

Chargement en cours, veuillez patienter...

Aujourd'hui
Samedi 29 Heshvan 5778 - 18 novembre 2017
Shabbat Toledot (18 novembre): 16h51 - 17h58 (Paris)

Derniers articles

Dernières annonces
Calendrier hébraïque
19/11/2017Rosh Hodesh Kislev
13/12/2017Hanoucca (1er jour)
14/12/2017Hanoucca (2ème jour)
15/12/2017Hanoucca (3ème jour)
16/12/2017Hanoucca (4ème jour)
17/12/2017Hanoucca (5ème jour)
18/12/2017Rosh Hodesh Tevet
18/12/2017Hanoucca (6ème jour)
19/12/2017Rosh Hodesh Tevet
19/12/2017Hanoucca (7ème jour)
20/12/2017Hanoucca (8ème jour)
28/12/2017Jeûne du 10 Tevet
17/01/2018Rosh Hodesh Shevat
31/01/2018Tou biShevat
15/02/2018Rosh Hodesh Adar

Contenu de la Judéothèque
39 livres, 5 langues (soit 400 versions différentes)
931 chapitres et 24359 versets

  

Qui sommes nous ?

Judéopédia est une association de loi 1901 à but non lucratif qui a pour objet de mettre à la disposition du public francophone, par la création d'un site Internet nommé Judeopedia.org, les versions hébraïques originales et la traduction en français, des textes fondateurs de la tradition juive (Bible, Talmud, Midrash...).

L'association a commencé, d'une part, à constituer la Bibliothèque Hébraique Numérique, dénommée Judéothèque, et d'autre part, à faire développer un logiciel Web innovant, dénommé WebCodex, qui permettra d'exploiter cette Judéothèque.

Vous pouvez déjà consulter en ligne sur notre site tous livres de la Bible (disponibles en hébreu, en français dans trois traductions différentes, en anglais, latin et grec, ainsi qu'une version hébreue de la Torah avec les Taamim pour ceux qui préparent leur Bar-Mitzva).

Pour atteindre son objectif Judéopédia ne pourra se passer de l'aide et l'implication de la communauté francophone. Il importe que chacun participe et transmette ainsi aux générations futures la Bibliothèque Hébraïque Numérique.

Vous pouvez aider notre action par des dons déductibles du revenu imposable, par du temps consacré à la traduction ou à la relecture des textes mis en ligne et par la publicité que vous pourrez faire au projet Judéopédia.

Les membres fondateurs

Président - Jean-Claude Lévy

Jean-Claude Lévy est auteur de logiciels.

Ancien consultant de Microsoft France, il a créé le logiciel d'étude biblique Codex qui est au cœur du cédérom " La Bible de Jérusalem v3.0".

N'ayant jamais abandonné l'idée de transposer Codex pour le web et de créer une judeothèque accessible sur internet, il est à l'initiative du projet Judéopédia.

Vice-Président - Maurice Mergui

Maurice Mergui a dirigé plusieurs entreprises dont  "Les Temps qui Courent" et publie en 1997 le célèbre cédérom "La Bible de Jérusalem (BJ3).

Economiste de formation et ayant fait une carrière dans l’enseignement, c'est sa rencontre avec Bernard Dubourg qui le conduit à s’intéresser à la littérature midrashique.

Il en a traduit de nombreux volumes et y a consacré deux essais (1 et 2). Après avoir publié une dizaine de titres consacrés au Midrash il fonde l’association "Objectif Transmission" destinée à poursuivre l’effort de traduction.

Secrétaire général - Michel Louis Lévy

Michel Louis Lévy est l’auteur d'ouvrages et d'articles de pédagogie et de vulgarisation en statistique et démographie. Il poursuit l’idée d’expliquer la Bible hébraïque, ses commentaires et ses prolongements, à un large public. Il a publié dès 1988 sa première « Leçon de théologie » dans la revue Commentaire.

Depuis sa retraite en 2005, il a ouvert un blog sur lequel il a publié un roman, La Révélation, qui imagine Moïse en précepteur égyptien inventeur de l’ordre alphabétique. Sur Wikipédia, il est un actif contributeur sur les thèmes bibliques.

Grand utilisateur du cédérom BJ3, il se réjouit qu’un instrument disponible sur Internet permette de comparer au texte hébreu plusieurs traductions de la Bible en français.

καὶ ἐταράχθη ὁ βασιλεὺς καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης καὶ ἔκλαυσεν καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτόν υἱέ μου αβεσσαλωμ υἱέ μου υἱέ μου αβεσσαλωμ τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ ἐγὼ ἀντὶ σοῦ αβεσσαλωμ υἱέ μου υἱέ μου καὶ ἀνηγγέλη τῷ ιωαβ λέγοντες ἰδοὺ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ αβεσσαλωμ καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ καὶ ὁ βασιλεὺς ἔκρυψεν τὸ πρόσωπον αὐτοῦ καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ λέγων υἱέ μου αβεσσαλωμ αβεσσαλωμ υἱέ μου καὶ εἰσῆλθεν ιωαβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον καὶ εἶπεν κατῄσχυνας σήμερον τὸ πρόσωπον πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον καὶ τὴν ψυχὴν τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου καὶ τῶν παλλακῶν σου τοῦ ἀγαπᾶν τοὺς μισοῦντάς σε καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε καὶ ἀνήγγειλας σήμερον ὅτι οὔκ εἰσιν οἱ ἄρχοντές σου οὐδὲ παῖδες ὅτι ἔγνωκα σήμερον ὅτι εἰ αβεσσαλωμ ἔζη πάντες ἡμεῖς σήμερον νεκροί ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου ὅτι ἐν κυρίῳ ὤμοσα ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην καὶ ἐπίγνωθι σεαυτῷ καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν λέγοντες ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως καὶ ισραηλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς ισραηλ λέγοντες ὁ βασιλεὺς δαυιδ ἐρρύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν καὶ αὐτὸς ἐξείλατο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ ἀπὸ αβεσσαλωμ καὶ αβεσσαλωμ ὃν ἐχρίσαμεν ἐφ' ἡμῶν ἀπέθανεν ἐν τῷ πολέμῳ καὶ νῦν ἵνα τί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα καὶ τὸ ῥῆμα παντὸς ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα καὶ ὁ βασιλεὺς δαυιδ ἀπέστειλεν πρὸς σαδωκ καὶ πρὸς αβιαθαρ τοὺς ἱερεῖς λέγων λαλήσατε πρὸς τοὺς πρεσβυτέρους ιουδα λέγοντες ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ καὶ λόγος παντὸς ισραηλ ἦλθεν πρὸς τὸν βασιλέα ἀδελφοί μου ὑμεῖς ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς καὶ ἵνα τί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ καὶ τῷ αμεσσαϊ ἐρεῖτε οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ καὶ νῦν τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ ιωαβ καὶ ἔκλινεν τὴν καρδίαν παντὸς ἀνδρὸς ιουδα ὡς ἀνδρὸς ἑνός καὶ ἀπέστειλαν πρὸς τὸν βασιλέα λέγοντες ἐπιστράφητι σὺ καὶ πάντες οἱ δοῦλοί σου καὶ ἐπέστρεψεν ὁ βασιλεὺς καὶ ἦλθεν ἕως τοῦ ιορδάνου καὶ ἄνδρες ιουδα ἦλθαν εἰς γαλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως διαβιβάσαι τὸν βασιλέα τὸν ιορδάνην καὶ ἐτάχυνεν σεμεϊ υἱὸς γηρα υἱοῦ τοῦ ιεμενι ἐκ βαουριμ καὶ κατέβη μετὰ ἀνδρὸς ιουδα εἰς ἀπαντὴν τοῦ βασιλέως δαυιδ καὶ χίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκ τοῦ βενιαμιν καὶ σιβα τὸ παιδάριον τοῦ οἴκου σαουλ καὶ δέκα πέντε υἱοὶ αὐτοῦ μετ' αὐτοῦ καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετ' αὐτοῦ καὶ κατεύθυναν τὸν ιορδάνην ἔμπροσθεν τοῦ βασιλέως καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα καὶ διέβη ἡ διάβασις ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ καὶ σεμεϊ υἱὸς γηρα ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως διαβαίνοντος αὐτοῦ τὸν ιορδάνην καὶ εἶπεν πρὸς τὸν βασιλέα μὴ διαλογισάσθω ὁ κύριός μου ἀνομίαν καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ὁ βασιλεὺς ἐξεπορεύετο ἐξ ιερουσαλημ τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς οἴκου ιωσηφ τοῦ καταβῆναι εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως καὶ ἀπεκρίθη αβεσσα υἱὸς σαρουιας καὶ εἶπεν μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται σεμεϊ ὅτι κατηράσατο τὸν χριστὸν κυρίου καὶ εἶπεν δαυιδ τί ἐμοὶ καὶ ὑμῖν υἱοὶ σαρουιας ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ ισραηλ ὅτι οὐκ οἶδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν ισραηλ καὶ εἶπεν ὁ βασιλεὺς πρὸς σεμεϊ οὐ μὴ ἀποθάνῃς καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς καὶ μεμφιβοσθε υἱὸς ιωναθαν υἱοῦ σαουλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως καὶ οὐκ ἐθεράπευσεν τοὺς πόδας αὐτοῦ οὐδὲ ὠνυχίσατο οὐδὲ ἐποίησεν τὸν μύστακα αὐτοῦ καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἔπλυνεν ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεύς ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς ιερουσαλημ εἰς ἀπάντησιν τοῦ βασιλέως καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς τί ὅτι οὐκ ἐπορεύθης μετ' ἐμοῦ μεμφιβοσθε καὶ εἶπεν πρὸς αὐτὸν μεμφιβοσθε κύριέ μου βασιλεῦ ὁ δοῦλός μου παρελογίσατό με ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ ἐπίσαξόν μοι τὴν ὄνον καὶ ἐπιβῶ ἐπ' αὐτὴν καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως ὅτι χωλὸς ὁ δοῦλός σου καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ' ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου εἶπον σὺ καὶ σιβα διελεῖσθε τὸν ἀγρόν καὶ εἶπεν μεμφιβοσθε πρὸς τὸν βασιλέα καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ καὶ βερζελλι ὁ γαλααδίτης κατέβη ἐκ ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν ιορδάνην καὶ βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα υἱὸς ὀγδοήκοντα ἐτῶν καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν μαναϊμ ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα καὶ εἶπεν ὁ βασιλεὺς πρὸς βερζελλι σὺ διαβήσῃ μετ' ἐμοῦ καὶ διαθρέψω τὸ γῆράς σου μετ' ἐμοῦ ἐν ιερουσαλημ καὶ εἶπεν βερζελλι πρὸς τὸν βασιλέα πόσαι ἡμέραι ἐτῶν ζωῆς μου ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς ιερουσαλημ υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι ἢ ἀκούσομαι ἔτι φωνὴν ἀ|δόντων καὶ ἀ|δουσῶν ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν ιορδάνην μετὰ τοῦ βασιλέως καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου καὶ ἰδοὺ ὁ δοῦλός σου χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ εἶπεν ὁ βασιλεύς μετ' ἐμοῦ διαβήτω χαμααμ κἀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου καὶ πάντα ὅσα ἐκλέξῃ ἐπ' ἐμοί ποιήσω σοι καὶ διέβη πᾶς ὁ λαὸς τὸν ιορδάνην καὶ ὁ βασιλεὺς διέβη καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν βερζελλι καὶ εὐλόγησεν αὐτόν καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ καὶ διέβη ὁ βασιλεὺς εἰς γαλγαλα καὶ χαμααμ διέβη μετ' αὐτοῦ καὶ πᾶς ὁ λαὸς ιουδα διαβαίνοντες μετὰ τοῦ βασιλέως καί γε τὸ ἥμισυ τοῦ λαοῦ ισραηλ καὶ ἰδοὺ πᾶς ἀνὴρ ισραηλ παρεγένοντο πρὸς τὸν βασιλέα καὶ εἶπον πρὸς τὸν βασιλέα τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ ιουδα καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν ιορδάνην καὶ πάντες ἄνδρες δαυιδ μετ' αὐτοῦ καὶ ἀπεκρίθη πᾶς ἀνὴρ ιουδα πρὸς ἄνδρα ισραηλ καὶ εἶπαν διότι ἐγγίζει πρός με ὁ βασιλεύς καὶ ἵνα τί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως ἢ δόμα ἔδωκεν ἢ ἄρσιν ἦρεν ἡμῖν καὶ ἀπεκρίθη ἀνὴρ ισραηλ τῷ ἀνδρὶ ιουδα καὶ εἶπεν δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ καὶ πρωτότοκος ἐγὼ ἢ σύ καί γε ἐν τῷ δαυιδ εἰμὶ ὑπὲρ σέ καὶ ἵνα τί τοῦτο ὕβρισάς με καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα ἐμοί καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς ιουδα ὑπὲρ τὸν λόγον ἀνδρὸς ισραηλ

Prophètes, Samuel 2, 1:1 (Anglais - King James Bible)
Prophètes, Samuel 2, 1:1 (Français - John Darby)
Prophètes, Samuel 2, 1:1 (Français - Louis Segond)
Prophètes, Samuel 2, 1:1 (Français - Samuel Cahen)
Prophètes, Samuel 2, 1:1 (Grec - Septante)
Prophètes, Samuel 2, 1:1 (Hébreu - Paleo)
Prophètes, Samuel 2, 1:1 (Hébreu - Phonétisé)
Prophètes, Samuel 2, 1:1 (Hébreu - Standard)
Prophètes, Samuel 2, 1:1 (Hébreu - Vocalisé)
Prophètes, Samuel 2, 1:1 (Latin - Vulgate)
Prophètes, Samuel 2, 2:1 (Grec - Septante)
Prophètes, Samuel 2, 3:1 (Grec - Septante)
Prophètes, Samuel 2, 4:1 (Grec - Septante)
Prophètes, Samuel 2, 5:1 (Grec - Septante)
Prophètes, Samuel 2, 6:1 (Grec - Septante)
Prophètes, Samuel 2, 7:1 (Grec - Septante)
Prophètes, Samuel 2, 8:1 (Grec - Septante)
Prophètes, Samuel 2, 9:1 (Grec - Septante)
Prophètes, Samuel 2, 10:1 (Grec - Septante)
Prophètes, Samuel 2, 11:1 (Grec - Septante)
Prophètes, Samuel 2, 12:1 (Grec - Septante)
Prophètes, Samuel 2, 13:1 (Grec - Septante)
Prophètes, Samuel 2, 14:1 (Grec - Septante)
Prophètes, Samuel 2, 15:1 (Grec - Septante)
Prophètes, Samuel 2, 16:1 (Grec - Septante)
Prophètes, Samuel 2, 17:1 (Grec - Septante)
Prophètes, Samuel 2, 18:1 (Grec - Septante)
Prophètes, Samuel 2, 19:1 (Grec - Septante)
Prophètes, Samuel 2, 20:1 (Grec - Septante)
Prophètes, Samuel 2, 21:1 (Grec - Septante)
Prophètes, Samuel 2, 22:1 (Grec - Septante)
Prophètes, Samuel 2, 23:1 (Grec - Septante)
Prophètes, Samuel 2, 24:1 (Grec - Septante)